Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.206 Joseph. AJ 20.212 (English) >>Joseph. AJ 20.217

20.210τοῦτο μειζόνων κακῶν ἦρξεν· οἱ γὰρ λῃσταὶ παντοίως ἐπεμηχανῶντο τῶν Ἀνανίου τινὰς συλλαμβάνειν οἰκείων καὶ συνεχῶς ζωγροῦντες οὐκ ἀπέλυον πρὶν τινας τῶν σικαρίων ἀπολάβοιεν γενόμενοί τε πάλιν ἀριθμὸς οὐκ ὀλίγος ἀναθαρρήσαντες τὴν χώραν ἅπασαν ἐκάκουν. 20.211

Κατὰ τοῦτον δὲ τὸν καιρὸν βασιλεὺς Ἀγρίππας μείζονα τὴν Φιλίππου καλουμένην Καισάρειαν κατασκευάσας εἰς τιμὴν τοῦ Νέρωνος Νερωνιάδα προσηγόρευσεν, καὶ Βηρυτίοις δὲ θέατρον ἀπὸ πολλῶν χρημάτων κατεσκευασμένον ταῖς κατʼ ἔτος θέαις ἐδωρεῖτο πολλὰς εἰς τοῦτο μυριάδας ἀναλίσκων· 20.212σῖτον γὰρ ἐδίδου τῷ δήμῳ καὶ ἔλαιον διένεμεν καὶ τὴν πᾶσαν δὲ πόλιν ἀνδριάντων ἀναθέσεσιν καὶ ταῖς τῶν ἀρχαίων ἀποτύποις εἰκόσιν ἐκόσμει καὶ μικροῦ δεῖν πάντα τὸν τῆς βασιλείας κόσμον ἐκεῖ μετήνεγκεν. μῖσος οὖν αὐτῷ παρὰ τῶν ὑπηκόων ηὔξετο διὰ τὸ περιαιρούμενον τὰ ἐκείνων εἰς ξένην πόλιν κοσμεῖν. 20.213λαμβάνει δὲ καὶ Ἰησοῦς τοῦ Γαμαλιήλου τὴν διαδοχὴν τῆς ἀρχιερωσύνης παρὰ τοῦ βασιλέως Ἰησοῦν ἀφελομένου τὸν τοῦ Δαμναίου, καὶ διὰ τοῦτο στάσις αὐτῶν πρὸς ἀλλήλους ἐγένετο· σύστημα γὰρ τῶν θρασυτάτων ποιησάμενοι πολλάκις μέχρι λίθων βολῆς ἀπὸ τῶν βλασφημιῶν ἐξέπιπτον. ὑπερεῖχεν δὲ Ἀνανίας τῷ πλούτῳ προσαγόμενος τοὺς λαμβάνειν ἑτοίμους. 20.214Κοστόβαρος δὲ καὶ Σαοῦλος αὐτοὶ καθʼ αὑτοὺς μοχθηρὰ πλήθη συνῆγον γένους μὲν ὄντες βασιλικοῦ καὶ διὰ τὴν πρὸς Ἀγρίππαν συγγένειαν εὐνοίας τυγχάνοντες, βίαιοι δὲ καὶ ἁρπάζειν τὰ τῶν ἀσθενεστέρων ἕτοιμοι. ἐξ ἐκείνου μάλιστα τοῦ καιροῦ συνέβη τὴν πόλιν ἡμῶν νοσεῖν προκοπτόντων πάντων ἐπὶ τὸ χεῖρον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.206 Joseph. AJ 20.212 (English) >>Joseph. AJ 20.217

Powered by PhiloLogic